ΜΕΓΑΛΗ ΕΒΔΟΜΑΔΑ
Καιρός για προσευχή.
Καιρός για συμμετοχή στις μακρές αλλά και τόσο κατανυκτικές ακολουθίες της Μεγάλης Εβδομάδος.
Καιρός για περισυλλογή και επιστροφή στον εαυτό μας.
Καιρός για μετάνοια και προσέλευση στο ιερό Μυστήριο της Εξομολογήσεως. Όσοι αμέλησαν, ας σπεύσουν έστω και τώρα.
Καιρός για συμφιλίωση με τους αδελφούς μας, μέσα και έξω από το σπίτι μας.
Καιρός για ανανέωση των αποφάσεών μας.
Καιρός για ανασύνδεση της ψυχής μας με τον Σωτήρα Χριστό.
Καιρός για να σκεφθούμε: η αμαρτία είναι τόσο μεγάλο έγκλημα, ώστε χρειάσθηκε η σταυρική θυσία του Σωτήρος Χριστού! Έτσι και μόνον έτσι εξαλείφθηκε η ενοχή του ανθρώπου για την αποστασία του από τα κελεύσματα του Θεού.
Καιρός για να εγκαινιάσουμε μια νέα αναγεννητική πορεία: να αγαπήσουμε τον Κύριο «εξ όλης καρδίας».
Καιρός για να προσέλθουμε στο Μυστήριο της θείας Ευχαριστίας.
ΚΑΛΟ ΠΑΣΧΑ, ΑΔΕΛΦΟΙ ΜΟΥ
« Τον δι ημάς σταυρωθέντα, δεύτε πάντες υμνήσωμεν· αυτόν γαρ κατείδε Μαρία επί του ξύλου και έλεγεν· ει και Σταυρόν υπομένεις, Συ υπάρχεις ο Υιός και Θεός μου» (Κοντάκιον Μεγ. Παρασκευής)
«Ζῶν εἶ Θεός σύ, και νεκρωθείς εν ξύλῳ,
ὦ νεκρέ, γυμνέ καί Θεού ζῶντος Λόγε»
«Κεκλεισμένας ἤνοιξε τῆς Ἐδέμ πύλας,
βαλών ὁ ληστής κλεῖδα τό, μνήσθητί μου».
«Πᾶσα ἡ κτίσις ἠλλοιοῦτο φόβῳ, θεωροῦσα σε εν Σταυρῷ κρεμάμενον, Χριστέ· ὁ ἥλιος ἐσκοτίζετο καί γῆς τά θεμέλια συνεταράττετο῾ τά πάντα συνέπασχον, τῷ τά πάντα κτίσαντι. Ὁ ἑκουσίως δι’ ἡμᾶς ὑπομείνας, Κύριε, δόξα σοι».
( Μεγάλη Παρασκευή: Ἀπόστιχα τῶν Αἴνων)
-----------------------------------------------------------------------------------------------
ΠΡΟΕΤΟΙΜΑΣΙΑ ΓΙΑ ΤΗ ΣΥΜΜΕΤΟΧΗ ΜΑΣ ΣΤΟ ΜΥΣΤΗΡΙΟ ΤΗΣ ΘΕΙΑΣ ΕΥΧΑΡΙΣΤΙΑΣ
ΕΙΝΑΙ ΟΙ ΕΥΧΕΣ ΤΗΣ ΘΕΙΑΣ ΜΕΤΑΛΗΨΕΩΣ
Πρὸ τοῦ μετασχεῖν τῆς φρικώδους θυσίας,
τοῦ ζωοποιοῦ Σώματος τοῦ Δεσπότου,
τῷδε πρόσευξαι τῷ τρόπῳ μετὰ τρόμου.
ΕΥΧΗ Α´Τοῦ Μεγάλου Βασιλείου
Δέσποτα Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἡ πηγὴ τῆς ζωῆς καὶ τῆς ἀθανασίας, ὁ πάσης ὁρατῆς καὶ ἀοράτου κτίσεως δημιουργός, ὁ τοῦ ἀνάρχου Πατρὸς συναΐδιος Υἱὸς καὶ συνάναρχος, ὁ δι᾿ ὑπερβολὴν ἀγαθότητος ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν σάρκα φορέσας, καὶ σταυρωθεὶς καὶ τυθεὶς ὑπὲρ τῶν ἀχαρίστων καὶ ἀγνωμόνων ἡμῶν, καὶ τῷ οἰκείῳ σου Αἵματι ἀναπλάσας τὴν φθαρεῖσαν ὑπὸ τῆς ἁμαρτίας φύσιν ἡμῶν, αὐτὸς ἀθάνατε Βασιλεῦ, πρόσδεξαι κἀμοῦ τοῦ ἁμαρτωλοῦ τὴν μετάνοιαν καὶ κλῖνον τὸ οὖς σου ἐπ᾿ ἐμοὶ καὶ εἰσάκουσον τῶν ῥημάτων μου· ἥμαρτον γάρ, Κύριε, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου καὶ οὒκ εἰμι ἄξιος ἀτενίσαι εἰς τὸ ὕψος τῆς δόξης σου· παρώργισα γάρ σου τὴν ἀγαθότητα, τὰς σὰς ἐντολὰς παραβὰς καὶ μὴ ὑπακούσας τοῖς σοῖς προστάγμασιν. Ἀλλὰ σύ, Κύριε, ἀνεξίκακος ὤν, μακρόθυμός τε καὶ πολυέλεος, οὐ παρέδωκάς με συναπολέσθαι ταῖς ἀνομίαις μου, τὴν ἐμὴν πάντως ἀναμένων ἐπιστροφήν. Σὺ γὰρ εἶπας, φιλάνθρωπε, διὰ τοῦ προφήτου σου, ὅτι οὐ θελήσει θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν· οὐ γὰρ βούλει, Δέσποτα, τὸ πλάσμα τῶν σῶν ἀπολέσθαι χειρῶν, οὐδὲ εὐδοκεῖς ἐπ᾿ ἀπωλείᾳ ἀνθρώπων, ἀλλὰ θέλεις πάντας σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Διὸ κἀγώ, εἰ καὶ ἀνάξιὸς εἰμι τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ αὐτῆς τῆς προσκαίρου ζωῆς ὅλον ἑμαυτὸν ὑποτάξας τῇ ἁμαρτίᾳ καὶ ταῖς ἡδοναῖς δουλώσας καὶ τὴν σὴν ἀχρειώσας εἰκόνα, ἀλλὰ ποίημα καὶ πλάσμα σὸν γεγονώς, οὐκ ἀπογινώσκω τὴν ἐμαυτοῦ σωτηρίαν ὁ ἄθλιος· τῇ δὲ σῇ ἀμετρήτῳ εὐσπλαγχνίᾳ θαῤῥήσας προσέρχομαι. Δέξαι οὖν κἀμέ, φιλάνθρωπε Χριστέ, ὡς τὴν Πόρνην, ὡς τὸν Λῃστήν, ὡς τὸν Τελώνην καὶ ὡς τὸν Ἄσωτον· καὶ ἆρόν μου τὸ βαρὺ φορτίον τῶν ἁμαρτιῶν, ὁ τὴν ἁμαρτίαν αἴρων τοῦ κόσμου καὶ τὰς ἀσθενείας τῶν ἀνθρώπων ἰώμενος· ὁ τοὺς κοπιῶντας καὶ πεφορτισμένους πρὸς σεαυτὸν καλῶν καὶ ἀναπαύων· ὁ μὴ ἐλθὼν καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν· καὶ καθάρισόν με ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος· δίδαξόν με ἐπιτελεῖν ἁγιωσύνην ἐν φόβῳ σου, ἵνα ἐν καθαρῷ τῷ μαρτυρίῳ τῆς συνειδήσεώς μου, τῶν ἁγιασμάτων σου τὴν μερίδα ὑποδεχόμενος, ἑνωθῶ τῷ ἁγίῳ Σώματί σου καὶ Αἵματι, καὶ ἕξω σε ἐν ἐμοὶ κατοικοῦντα καὶ μένοντα σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι. Ναί, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός μου· καὶ μὴ εἰς κρῖμά μοι γένοιτο ἡ μετάληψις τῶν ἀχράντων καὶ ζωοποιῶν Μυστηρίων σου, μηδὲ ἀσθενὴς γενοίμην ψυχῇ τε καὶ σώματι, ἐκ τοῦ ἀναξίως αὐτῶν μεταλαμβάνειν· ἀλλὰ δός μοι, μέχρι τελευταίας μου ἀναπνοῆς, ἀκατακρίτως ὑποδέχεσθαι τὴν μερίδα τῶν ἁγιασμάτων σου, εἰς Πνεύματος ἁγίου κοινωνίαν, εἰς ἐφόδιον ζωῆς αἰωνίου καὶ εἰς εὐπρόσδεκτον ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματός σου· ὅπως ἂν κἀγώ, σὺν πᾶσι τοῖς ἐκλεκτοῖς σου, μέτοχος γένωμαι τῶν ἀκηράτων σου ἀγαθῶν, ὧν ἡτοίμασας τοῖς ἀγαπῶσί σε, Κύριε· ἐν οἷς δεδοξασμένος ὑπάρχεις εἰς τοὺς αἰῶνας. Ἀμήν.
ΕYXH B´ (τοῦ αὐτοῦ)
Οἶδα, Κύριε, ὅτι ἀναξίως μεταλαμβάνω τοῦ ἀχράντου σου Σώματος καὶ τοῦ τιμίου σου Αἵματος καὶ ἔνοχὸς εἰμι καὶ κρῖμα ἐμαυτῷ ἐσθίω καὶ πίνω, μὴ διακρίνων τὸ Σῶμα καὶ τὸ Αἷμα τοῦ Χριστοῦ καὶ Θεοῦ μου· ἀλλὰ τοῖς οἰκτιρμοῖς σου θαῤῥῶν, προσέρχομαί σοι τῷ εἰπόντι. Ὁ τρώγων μου τὴν Σάρκα καὶ πίνων μου τὸ Αἷμα ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ. Σπλαγχνίσθητι οὖν, Κύριε, καὶ μὴ παραδειγματίσῃς με τὸν ἁμαρτωλόν, ἀλλὰ ποίησον μετ᾿ ἐμοῦ κατὰ τὸ ἔλεός σου· καὶ γενέσθω μοι τὰ ἅγια ταῦτα εἰς ἴασιν καὶ κάθαρσιν καὶ φωτισμὸν καὶ φυλακτήριον καὶ σωτηρίαν καὶ ἁγιασμὸν ψυχῆς τε καὶ σώματος· εἰς ἀποτροπὴν πάσης φαντασίας καὶ πονηρᾶς πράξεως καὶ ἐνεργείας διαβολικῆς, κατὰ διάνοιαν τῆς ἐν τοῖς μέλεσί μου ἐνεργουμένης· εἰς παῤῥησίαν καὶ ἀγάπην τὴν πρὸς σέ· εἰς διόρθωσιν βίου καὶ ἀσφάλειαν· εἰς αὔξησιν ἀρετῆς καὶ τελειότητος· εἰς πλήρωσιν ἐντολῶν· εἰς Πνεύματος ἁγίου κοινωνίαν· εἰς ἐφόδιον ζωῆς αἰωνίου καὶ εἰς ἀπολογίαν εὐπρόσδεκτον, τὴν ἐπὶ τοῦ φοβεροῦ βήματός σου· μὴ εἰς κρῖμα ἢ εἰς κατάκριμα.
ΕΥΧΗ Γ´ (Ἰωάννου τοῦ Χρυσοστόμου)
Κύριε ὁ Θεός μου, οἶδα, ὅτι οὒκ εἰμι ἄξιος οὐδὲ ἱκανός, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς τοῦ οἴκου τῆς ψυχῆς, διότι ὅλη ἔρημος καὶ καταπεσοῦσὰ ἐστι, καὶ οὐκ ἔχεις παρ᾿ ἐμοὶ τόπον ἄξιον τοῦ κλῖναι τὴν κεφαλήν. Ἀλλ᾿ ὡς ἐξ ὕψους δι᾿ ἡμᾶς ἐταπείνωσας σεαυτόν, συμμετρίασον καὶ νῦν τῇ ταπεινώσει μου. Καὶ ὡς κατεδέξω ἐν τῷ σπηλαίῳ καὶ φάτνῃ ἀλόγων ἀνακλιθῆναι, οὕτω κατάδεξαι καὶ ἐν τῇ φάτνῃ τῆς ἀλόγου μου ψυχῆς καὶ ἐν τῷ ἐσπιλωμένῳ μου σώματι εἰσελθεῖν. Καὶ ὡς οὐκ ἀπηξίωσας εἰσελθεῖν καὶ συνδειπνῆσαι ἁμαρτωλοῖς ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, οὕτω κατάδεξαι εἰσελθεῖν καὶ εἰς τὸν οἶκον τῆς ταπεινῆς μου ψυχῆς, τοῦ λεπροῦ καὶ ἁμαρτωλοῦ. Καὶ ὡς οὐκ ἀπώσω τὴν ὁμοίαν μοι πόρνην καὶ ἁμαρτωλόν, προσερχομένην καὶ ἁπτομένην σου, οὕτω σπλαγχνίσθητι καὶ ἐπ᾿ ἐμοὶ τῷ ἁμαρτωλῷ, προσερχομένῳ σοι καὶ ἁπτομένῳ σου. Καὶ ὡς οὐκ ἐβδελύξω τὸ ῥυπαρὸν ἐκείνης στόμα καὶ ἐναγὲς καταφιλοῦν σε, μηδὲ ἐμοῦ βδελύξῃ τὸ ῥυπαρώτερον ἐκείνης στόμα καὶ ἐναγέστερον, μηδὲ τὰ ἔμμυσα καὶ ἀκάθαρτά μου χείλη καὶ βέβηλα, καὶ τὴν ἀκαθαρτοτέραν μου γλῶσσαν. Ἀλλὰ γενέσθω μοι ὁ ἄνθραξ τοῦ παναγίου σου Σώματος καὶ τοῦ τιμίου σου Αἵματος εἰς ἁγιασμὸν καὶ φωτισμὸν καὶ ῥῶσιν τῆς ταπεινῆς μου ψυχῆς καὶ τοῦ σώματος· εἰς κουφισμὸν τοῦ βάρους τῶν πολλῶν μου πλημμελημάτων· εἰς φυλακτήριον πάσης διαβολικῆς ἐνεργείας· εἰς ἀποτροπὴν καὶ ἐμπόδιον τῆς φαύλης μου καὶ πονηρᾶς συνηθείας· εἰς ἀπονέκρωσιν τῶν παθῶν· εἰς περιποίησιν τῶν ἐντολῶν σου· εἰς προσθήκην τῆς θείας σου χάριτος καὶ τῆς σῆς βασιλείας οἰκείωσιν. Οὐ γὰρ ὡς καταφρονῶν προσέρχομαί σοι, Χριστὲ ὁ Θεός, ἀλλ᾿ ὡς θαῤῥῶν τῇ ἀφάτῳ σου ἀγαθότητι, καὶ ἵνα μή, ἐπὶ πολὺ ἀφιστάμενος τῆς κοινωνίας σου, θηριάλωτος ὑπὸ τοῦ νοητοῦ λύκου γένωμαι. Διὸ δέομαί σου, ὡς μόνος ὢν ἅγιος, Δέσποτα, ἁγίασὸν μου τὴν ψυχὴν καὶ τὸ σῶμα, τὸν νοῦν καὶ τὴν καρδίαν, τοὺς νεφροὺς καὶ τὰ σπλάγχνα, καὶ ὅλον με ἀνακαίνισον καὶ ῥίζωσον τὸν φόβον σου ἐν τοῖς μέλεσί μου, καὶ τὸν ἁγιασμόν σου ἀνεξάλειπτον ἀπ᾿ ἐμοῦ ποίησον. Καὶ γενοῦ μοι βοηθὸς καὶ ἀντιλήπτωρ, κυβερνῶν ἐν εἰρήνῃ τὴν ζωήν μου, καταξιῶν με καὶ τῆς ἐκ τῶν δεξιῶν σου παραστάσεως μετὰ τῶν ἁγίων σου· εὐχαῖς καὶ πρεσβείαις τῆς παναχράντου σου Μητρός, τῶν ἀΰλων σου λειτουργῶν καὶ ἀχράντων Δυνάμεων καὶ πάντων τῶν Ἁγίων, τῶν ἀπ᾿ αἰῶνος σοι εὐαρεστησάντων. Ἀμήν.
ΕΥΧΗ Δ´ (τοῦ αὐτοῦ)
Οὒκ εἰμι ἱκανός, Δέσποτα Κύριε, ἵνα εἰσέλθῃς ὑπὸ τὴν στέγην τῆς ψυχῆς μου· ἀλλ᾿ ἐπειδὴ βούλει σύ, ὡς φιλάνθρωπος, οἰκεῖν ἐν ἐμοί, θαῤῥῶν προσέρχομαι. Κελεύεις, ἀναπετάσω τὰς πύλας, ἃς σὺ μόνος ἐδημιούργησας, καὶ εἰσέρχῃ μετὰ φιλανθρωπίας, ὡς πέφυκας· εἰσέρχῃ καὶ φωτίζεις τὸν ἐσκοτισμένον μου λογισμόν. Πιστεύω ὡς τοῦτο ποιήσεις· οὐ γὰρ Πόρνην προσελθοῦσὰν σοι μετὰ δακρύων ἀπέφυγες, οὐδὲ Τελώνην ἀπεβάλου μετανοήσαντα, οὐδὲ Λῃστὴν ἐπιγνόντα τὴν βασιλείαν σου ἀπεδίωξας, οὐδὲ Διώκτην μετανοήσαντα κατέλιπες, ὃ ἦν· ἀλλὰ τοὺς ὑπὸ τῆς μετανοίας προσαχθέντας, ἅπαντας ἐν τῷ χορῷ τῶν σῶν φίλων κατέταξας, ὁ μόνος ὑπάρχων εὐλογημένος πάντοτε, νῦν καὶ εἰς τοὺς ἀπεράντους αἰῶνας. Ἀμήν.
ΕΥΧΗ Ε´ (τοῦ αὐτοῦ)
Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός μου, ἄνες, ἄφες, ἱλάσθητι καὶ συγχώρησὸν μοι, τῷ ἁμαρτωλῷ καὶ ἀχρείῳ καὶ ἀναξίῳ δούλῳ σου, τὰ πταίσματα καὶ πλημμελήματα καὶ παραπτώματά μου, ὅσα σοι ἐκ νεότητός μου μέχρι τῆς παρούσης ἡμέρας καὶ ὥρας ἥμαρτον, εἴτε ἐν γνώσει καὶ ἀγνοίᾳ, εἴτε ἐν λόγοις ἢ ἔργοις ἢ ἐνθυμήμασιν ἢ διανοήμασι καὶ ἐπιτηδεύμασι, καὶ πάσαις μου ταῖς αἰσθήσεσι. Καὶ τῇ πρεσβείᾳ τῆς ἀσπόρως κυησάσης σε παναχράντου καὶ ἀειπαρθένου Μαρίας τῆς Μητρός σου, τῆς μόνης ἀκαταισχύντου ἐλπίδος καὶ προστασίας καὶ σωτηρίας μου, καταξίωσόν με ἀκατακρίτως μεταλαβεῖν τῶν ἀχράντων καὶ ἀθανάτων καὶ ζωοποιῶν καὶ φρικτῶν Μυστηρίων σου, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον· εἰς ἁγιασμὸν καὶ φωτισμὸν καὶ ῥώμην καὶ ἴασιν καὶ ὑγείαν ψυχῆς τε καὶ σώματος· καὶ εἰς ἐξάλειψιν καὶ παντελῆ ἀφανισμὸν τῶν πονηρῶν μου λογισμῶν καὶ ἐνθυμήσεων καὶ προλήψεων καὶ νυκτερινῶν φαντασιῶν τῶν σκοτεινῶν καὶ πονηρῶν πνευμάτων. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα καὶ ἡ τιμὴ καὶ ἡ προσκύνησις, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ Ϛ´ (Ἰωάννου τοῦ Δαμασκηνοῦ)
Δέσποτα Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ μόνος ἔχων ἐξουσίαν ἀνθρώποις ἀφιέναι ἁμαρτίας, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος, πάριδέ μου πάντα τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ πταίσματα, καὶ ἀξίωσόν με ἀκατακρίτως μεταλαβεῖν τῶν θείων καὶ ἐνδόξων καὶ ἀχράντων καὶ ζωοποιῶν σου Μυστηρίων, μὴ εἰς κόλασιν, μὴ εἰς προσθήκην ἁμαρτιῶν, ἀλλ᾿ εἰς καθαρισμὸν καὶ ἁγιασμὸν καὶ ἀῤῥαβῶνα τῆς μελλούσης ζωῆς καὶ βασιλείας· εἰς τεῖχος καὶ βοήθειαν καὶ ἀνατροπὴν τῶν ἐναντίων καὶ εἰς ἐξάλειψιν τῶν πολλῶν μου πλημμελημάτων. Σὺ γὰρ εἶ Θεὸς ἐλέους καὶ οἰκτιρμῶν καὶ φιλανθρωπίας, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ Ζ´ (Συμεὼν τοῦ Νέου Θεολόγου)Ἐκ τῶν θείων ἐρωτήσεων τῆς ἁγίας Μεταλήψεως
Ἀπὸ ῥυπαρῶν χειλέων,ἀπὸ βδελυρᾶς καρδίας,ἀπὸ ἀκαθάρτου γλώττης,ἐκ ψυχῆς ἐῤῥυπωμένης,δέξαι δέησιν, Χριστέ μου·καὶ μὴ παρωσάμενός μου,μὴ τοὺς λόγους, μὴ τοὺς τρόπους,μηδὲ τὴν ἀναισχυντίαν,δός μοι παῤῥησίᾳ λέγειν,ἃ βεβούλευμαι, Χριστέ μου,μᾶλλον δὲ καὶ δίδαξόν με,τί με δεῖ ποιεῖν καὶ λέγειν.
Ἥμαρτον ὑπὲρ τὴν Πόρνηνἥ, μαθοῦσα ποῦ κατάγεις,μύρον ἐξωνησαμένη,ἦλθε τολμηρῶς ἀλεῖψαι,σοῦ τοὺς πόδας τοῦ Χριστοῦ μου,τοῦ Δεσπότου καὶ Θεοῦ μου.
Ὡς ἐκείνην οὐκ ἀπώσω,προσελθοῦσαν ἐκ καρδίας,μηδ᾿ ἐμὲ βδελύξῃ, Λόγε,σοὺς δὲ πάρασχέ μοι πόδαςκαὶ κρατῆσαι καὶ φιλῆσαι,καὶ τῷ ῥείθρῳ τῶν δακρύων,ὡς πολυτιμήτῳ μύρῳ,τούτους τολμηρῶς ἀλεῖψαι.
Πλῦνόν με τοῖς δάκρυσί μου,κάθαρον αὐτοῖς με, Λόγε,ἄφες καὶ τὰ πταίσματά μου,καὶ συγγνώμην πάρασχέ μοι.
Οἶδας τῶν κακῶν τὸ πλῆθος,οἶδας καὶ τὰ τραύματά μου·καὶ τοὺς μώλωπας ὁρᾷς μουἀλλὰ καὶ τὴν πίστιν οἶδαςκαὶ τὴν προθυμίαν βλέπειςκαὶ τοὺς στεναγμοὺς ἀκούεις.
Οὐ λανθάνει σε, Θεέ μου,ποιητά μου, λυτρωτά μου,οὐδὲ σταλαγμὸς δακρύων,οὐδὲ σταλαγμοῦ τι μέρος.
Τὸ μὲν ἀκατέργαστόν μουἔγνωσαν οἱ ὀφθαλμοί σου·ἐπὶ τὸ βιβλίον δέ σου,καὶ τὰ μήπω πεπραγμένα,γεγραμμένα σοι τυγχάνει.
Ἴδε τὴν ταπείνωσίν μου,ἴδε μου τὸν κόπον, ὅσος!καὶ τὰς ἁμαρτίας πάσαςἄφες μοι, Θεὲ τῶν ὅλων,ἵνα καθαρᾷ καρδίᾳ,περιτρόμῳ διανοίᾳκαὶ ψυχῇ συντετριμμένῃ,τῶν ἀχράντων σου μετάσχωκαὶ πανάγνων μυστηρίων,οἷς ζωοῦται καὶ θεοῦταιπᾶς ὁ τρώγων σε καὶ πίνωνἐξ εἰλικρινοῦς καρδίας.
Σὺ γὰρ εἶπας, Δέσποτά μου·Πᾶς ὁ τρώγων μου τὴν Σάρκα,πίνων δέ μου καὶ τὸ Αἷμα,ἐν ἐμοὶ μὲν οὗτος μένει,ἐν αὐτῷ δ᾿ ἐγὼ τυγχάνω.
Ἀληθὴς ὁ λόγος πάντωςτοῦ Δεσπότου καὶ Θεοῦ μου.Τῶν γὰρ θείων ὁ μετέχωνκαὶ θεοποιῶν χαρίτων,οὔμενουν, οὐκ ἔστι μόνος,ἀλλὰ μετὰ σοῦ, Χριστέ μου,τοῦ φωτὸς τοῦ τρισηλίου,τοῦ φωτίζοντος τὸν κόσμον.
Ἵνα γοῦν μὴ μόνος μένωδίχα σου τοῦ Ζωοδότου,τῆς πνοῆς μου, τῆς ζωῆς μου,τοῦ ἀγαλλιάματός μου,τῆς τοῦ κόσμου σωτηρίας,διὰ τοῦτό σοι προσῆλθον,ὡς ὁρᾷς μετὰ δακρύωνκαὶ ψυχῆς συντετριμμένης,λύτρον τῶν ἐμῶν πταισμάτωνἱκετεύων τοῦ λαβεῖν με,καὶ τῶν σῶν ζωοπαρόχωνκαὶ ἀμέμπτων μυστηρίωνμετασχεῖν ἀκατακρίτως,ἵνα μείνῃς, καθὼς εἶπας,μετ᾿ ἐμοῦ τοῦ τρισαθλίου·ἵνα μή, χωρὶς εὑρών μετῆς σῆς χάριτος, ὁ πλάνος,ἀφαρπάσῃ με δολίως,καὶ πλανήσας ἀπαγάγῃτῶν θεοποιῶν σου λόγων.
Διὰ τοῦτό σοι προσπίπτωκαὶ θερμῶς ἀναβοῶ σοι·Ὡς τὸν Ἄσωτον ἐδέξω,καὶ τὴν Πόρνην προσελθοῦσαν,οὕτω δέξαι με τὸν πόρνονκαὶ τὸν ἄσωτον, Οἰκτίρμον,ἐν ψυχῇ συντετριμμένῃνῦν με προσερχόμενόν σοι.
Οἶδα, Σῶτερ, ὅτι ἄλλος,ὡς ἐγώ, οὐκ ἔπταισέ σοιοὐδὲ ἔπραξε τὰς πράξεις,ἃς ἐγὼ κατειργασάμην.
Ἀλλὰ τοῦτο πάλιν οἶδα,ὡς οὐ μέγεθος πταισμάτων,οὐχ ἁμαρτημάτων πλῆθος,ὑπερβαίνει τοῦ Θεοῦ μουτὴν πολλὴν μακροθυμίαν,καὶ φιλανθρωπίαν ἄκραν·ἀλλ᾿ ἐλαίῳ συμπαθείας,τοὺς θερμῶς μετανοοῦντας,καὶ καθαίρεις καὶ λαμπρύνειςκαὶ φωτὸς ποιεῖς μετόχους,κοινωνοὺς Θεότητός σουἐργαζόμενος ἀφθόνως·καί, τὸ ξένον καὶ ἀγγέλοιςκαὶ ἀνθρώπων διανοίαις,ὁμιλεῖς αὐτοῖς πολλάκις,ὥσπερ φίλοις σου γνησίοις.
Ταῦτα τολμηρὸν ποιεῖ με,ταῦτά με πτεροῖ, Χριστέ μου·καὶ θαῤῥῶν ταῖς σαῖς πλουσίαιςπρὸς ἡμᾶς εὐεργεσίαις,χαίρων τε καὶ τρέμων ἅμα,τοῦ πυρὸς μεταλαμβάνω,χόρτος ὢν καὶ ξένον θαῦμα!δροσιζόμενος ἀφράστωςὡσπεροῦν ἡ βάτος πάλαι,ἡ ἀφλέκτως καιομένη.
Τοίνυν εὐχαρίστῳ γνώμῃ,εὐχαρίστῳ δὲ καρδίᾳ,εὐχαρίστοις μέλεσί μου,τῆς ψυχῆς καὶ τῆς σαρκός μουπροσκυνῶ καὶ μεγαλύνωκαὶ δοξάζω σε, Θεέ μου,ὡς εὐλογημένον ὄντανῦν τε καὶ εἰς τοὺς αἰῶνας.
Εὐχὴ Η´ (Συμεὼν τοῦ Μεταφραστοῦ)
Ὁ μόνος καθαρὸς καὶ ἀκήρατος Κύριος, ὁ δι᾿ οἶκτον φιλανθρωπίας ἀνεκδιήγητον τὸ ἡμέτερον ὅλον προσλαβόμενος φύραμα, ἐκ τῶν ἁγνῶν καὶ παρθενικῶν αἱμάτων τῆς ὑπερφυῶς κυησάσης σε, Πνεύματος Θείου ἐπελεύσει καὶ εὐδοκίᾳ Πατρὸς ἀϊδίου, Χριστὲ Ἰησοῦ, σοφία Θεοῦ καὶ εἰρήνη καὶ δύναμις· ὁ τῷ προσλήμματὶ σου τὰ ζωοποιὰ καὶ σωτήρια πάθη καταδεξάμενος, τὸν Σταυρόν, τοὺς ἤλους, τὴν λόγχην, τὸν θάνατον, νέκρωσόν μου τὰ ψυχοφθόρα πάθη τοῦ σώματος. Ὁ τῇ ταφῇ σου τὰ τοῦ ᾅδου σκυλεύσας βασίλεια, θάψον μου διὰ τῶν ἀγαθῶν λογισμῶν τὰ πονηρὰ διαβούλια, καὶ τὰ τῆς πονηρίας πνεύματα διασκέδασον. Ὁ τῇ τριημέρῳ σου καὶ ζωηφόρῳ Ἀναστάσει τὸν πεπτωκότα προπάτορα ἀναστήσας, ἀνάστησόν με τῇ ἁμαρτίᾳ κατολισθήσαντα, τρόπους μοι μετανοίας ὑποτιθέμενος. Ὁ τῇ ἐνδόξῳ σου Ἀναλήψει τῆς σαρκὸς θεώσας τὸ πρόσλημμα καὶ τοῦτο τῇ δεξιᾷ καθέδρᾳ τιμήσας τοῦ Πατρός, ἀξίωσόν με, διὰ τῆς τῶν ἁγίων σου μυστηρίων μεταλήψεως, τῆς δεξιᾶς μερίδος τῶν σῳζομένων τυχεῖν. Ὁ τῇ ἐπιδημίᾳ τοῦ παρακλήτου Πνεύματος σκεύη τίμια τοὺς ἱερούς σου μαθητὰς ἐργασάμενος, δοχεῖον κἀμὲ τῆς αὐτοῦ ἀνάδειξον ἐπελεύσεως. Ὁ μέλλων πάλιν ἔρχεσθαι κρῖναι τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, εὐδόκησον κἀμὲ προϋπαντῆσαὶ σοι ἐν νεφέλαις τῷ ποιητῇ καὶ πλάστῃ μου σὺν πᾶσι τοῖς ἁγίοις σου· ἵνα ἀτελευτήτως δοξολογῶ καὶ ἀνυμνῶ σε, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.